Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.8 Joseph. AJ 7.12 (English) >>Joseph. AJ 7.15

7.10βασίλειον δʼ ἐποίησεν αὐτῷ τὴν κατὰ μὲν τὴν ἐπιχώριον γλῶτταν Μάναλιν, κατὰ δὲ τὴν Ἑλλήνων Παρεμβολὰς λεγομένην· ὥρμησε δʼ ἐκεῖθεν Ἀβεννῆρος μετὰ στρατιᾶς ἐπιλέκτου συμβαλεῖν τοῖς ἐκ τῆς Ἰούδα φυλῆς προαιρούμενος· ὤργιστο γὰρ αὐτοῖς βασιλέα τὸν Δαυίδην κεχειροτονηκόσιν. 7.11ἀπήντησε δʼ αὐτῷ πεμφθεὶς ὑπὸ Δαυίδου Σαρουίας μὲν παῖς, πατρὸς δὲ Σουρί, ἐκ δὲ τῆς ἀδελφῆς τῆς ἐκείνου γεγονὼς αὐτῷ Ἰώαβος ἀρχιστράτηγος ὢν αὐτοῦ, μετὰ καὶ τῶν ἀδελφῶν Ἀβεσσαίου καὶ Ἀσαήλου καὶ πάντων τῶν Δαυίδου ὁπλιτῶν. καὶ περιτυχὼν ἐπί τινος κρηνίδος ἐν Γαβαῶ πόλει παρατάσσεται πρὸς μάχην. 7.12τοῦ δʼ Ἀβεννήρου φήσαντος πρὸς αὐτὸν βούλεσθαι μαθεῖν, πότερος αὐτῶν ἀνδρειοτέρους στρατιώτας ἔχει, συντίθεται παρʼ ἀμφοτέρων δυοκαίδεκα μαχησομένους συμβαλεῖν. προελθόντες τοίνυν εἰς τὸ μεταξὺ τῶν παρατάξεων οἱ πρὸς τὴν μάχην ὑφʼ ἑκατέρων τῶν στρατηγῶν ἐξειλεγμένοι καὶ τὰς αἰχμὰς ἐπʼ ἀλλήλους ἀφέντες σπῶνται τὰς μαχαίρας καὶ τῶν κεφαλῶν ἐλλαμβανόμενοι κατέχοντες αὑτοὺς ἔπαιον εἰς τὰς πλευρὰς καὶ τὰς λαγόνας ἀλλήλους ταῖς ῥομφαίαις, ἕως οὗ πάντες ὥσπερ ἐκ συνθήματος ἀπώλοντο. 7.13πεσόντων δὲ τούτων συνέρρηξε καὶ λοιπὴ στρατιά, καὶ καρτερᾶς τῆς μάχης γενομένης ἡττήθησαν οἱ τοῦ Ἀβεννήρου· καὶ τραπέντας οὐκ ἀνίει διώκων Ἰώαβος, ἀλλʼ αὐτός τε ἐπέκειτο παρακελευόμενος τοὺς ὁπλίτας ἐκ ποδὸς ἕπεσθαι καὶ μὴ κάμνειν ἀναιροῦντας,


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.8 Joseph. AJ 7.12 (English) >>Joseph. AJ 7.15

Powered by PhiloLogic